Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ.
21:8-14
Ἐν
ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξελθόντες οἱ ἀπόστολοι ἀπὸ Τύρου ἤλθομεν εἰς
Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ
τῶν ἑπτά, ἐμείναμεν παρ᾿ αὐτῷ. Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρες
προφητεύουσαι. Ἐπιμενόντων δὲ ἡμῶν ἡμέρας πλείους κατῆλθέ τις ἀπὸ τῆς ᾿Ιουδαίας
προφήτης ὀνόματι ῎Αγαβος, καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου,
δήσας τε αὐτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπε· Τάδε λέγει τὸ Πνεῦμα τὸ ῞Αγιον·
τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν εἰς ῾Ιερουσαλὴμ οἱ ᾿Ιουδαῖοι καὶ
παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ
οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ῾Ιερουσαλήμ. Ἀπεκρίθη τε ὁ Παῦλος· Τί
ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι,
ἀλλὰ καὶ ἀποθανεῖν εἰς ῾Ιερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου
᾿Ιησοῦ. Μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου
γινέσθω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου