Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 7: 24-30
Τῷ καιρῷ
ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος· καὶ εἰσελθὼν εἰς
οἰκίαν, οὐδένα ἤθελε γνῶναι· καὶ οὐκ ἠδυνήθη λαθεῖν. Ἀκούσασα γὰρ γυνὴ περὶ
αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς
πόδας αὐτοῦ. (ἦν δὲ ἡ γυνὴ ῾Ελληνίς, Συροφοινίκισσα τῷ γένει), καὶ ἠρώτα
αὐτὸν, ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῇ·
Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν
τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ ἀπεκρίθη, καὶ λέγει αὐτῷ· Ναί, Κύριε·
καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων. Καὶ
εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θύγατρός
σου. Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ δαιμόνιον ἐξεληλυθός, καὶ
τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου