Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
7: 14-30
Τῆς ἑορτῆς
μεσούσης, ἀνέβη ὁ ᾿Ιησοῦς εἰς τὸ Ἱερὸν καὶ ἐδίδασκε. Καὶ ἐθαύμαζον οἱ ᾿Ιουδαῖοι
λέγοντες· Πῶς οὗτος γράμματα οἶδε μὴ μεμαθηκώς; Ἀπεκρίθη οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς
καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. Ἐάν τις θέλῃ τὸ
θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν ἢ ἐγὼ
ἀπ᾿ ἐμαυτοῦ λαλῶ. Ὁ ἀφ᾿ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν
δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ
Μωῡσῆς δέδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδείς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. Τί με
ζητεῖτε ἀποκτεῖναι; Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπε· Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ
ἀποκτεῖναι; Ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα, καί πάντες
θαυμάζετε διὰ τοῦτο. Μωῡσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν, οὐχ ὅτι ἐκ τοῦ Μωῡσέως
ἐστίν, ἀλλ᾿ ἐκ τῶν πατέρων, καὶ ἐν Σαββάτῳ περιτέμνετε ἄνθρωπον. Εἰ περιτομὴν
λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωῡσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον
ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ! Μὴ
κρίνετε κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. ῎Ελεγον οὖν τινες ἐκ τῶν
῾Ιεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παρρησίᾳ λαλεῖ,
καὶ οὐδὲν αὐτῷ λέγουσι. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες, ὅτι οὗτός ἐστιν
ἀληθῶς ὁ Χριστός; Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ Χριστὸς ὅταν ἔρχηται,
οὐδεὶς γινώσκει πόθεν ἐστίν. Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ ᾿Ιησοῦς καὶ
λέγων· Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾿ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾿
ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὔκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρ᾿ αὐτοῦ
εἰμι κἀκεῖνός με ἀπέστειλεν. ᾿Εζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾿
αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου