Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 6: 45-53
Τῷ καιρῷ
ἐκείνῳ, ἠνάγκασε ὁ ᾿Ιησοῦς τοὺς Μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ
προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. Καὶ
ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ὀψίας γενομένης, ἦν
τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. Καὶ εἶδεν αὐτοὺς
βασανιζομένους ἐν τῷ ἐλαύνειν· (ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς)· καὶ περὶ
τετάρτην φυλακὴν τῆς νυκτὸς, ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης·
καὶ ἤθελε παρελθείν αὐτούς. Οἱ δέ, ἱδόντες αὐτόν περιπατούντα ἐπὶ τῆς θαλάσσης,
ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν· (πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν).
Καὶ εὐθέως ἐλάλησε μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ
φοβεῖσθε. Καὶ ἀνέβη πρὸς αὐτούς εἰς τὸ πλοῖον· καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν
ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον· οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς
ἄρτοις· ἦν γὰρ ἡ καρδία αὐτῶν πεπωρωμένη. Καὶ διαπεράσαντες, ἦλθον ἐπὶ τὴν γῆν
Γεννησαρὲτ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου