Κυριακή 20 Δεκεμβρίου 2015

ΔΕΥΤΕΡΑ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 9: 18-22

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ εἶναι τὸν ᾿Ιησοῦν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; Οἱ δὲ ἀποκριθέντες, εἶπον· ᾿Ιωάννην τὸν Βαπτιστήν· ἄλλοι δὲ ᾿Ηλίαν· ἄλλοι δὲ ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη. Εἶπε δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα μὲ λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπε· Τὸν Χριστὸν τοῦ Θεοῦ. Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο· εἰπὼν· Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ Ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου