Σάββατο 26 Δεκεμβρίου 2015

ΑΓ. ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΛΦΑΙΟΥ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓ. ΠΑΤΕΡΩΝ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 9; 36-38, 10: 1-8

Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ ᾿Ιησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς Μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα Ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ ᾿Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ· ᾿Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ· Φίλιππος καὶ Βαρθολομαῖος· Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης· ᾿Ιάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος· Σίμων ὁ Κανανίτης, καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.


ΕΙΔΗΣΙΣ.
Κατὰ τήν ἑνδεκάτην τοῦ παρόντος Μηνός, εἰ τύχοι ἐν Κυριακῇ, ἤ τῇ πρώτῃ μετ᾿ αὐτήν ἐρχομένῃ, ψάλλεται ἡ Ἀκολουθία τῶν τῆς Οἰκουμενικῆς Ἑβδόμης Συνόδου Τριακοσίων πεντήκοντα ἁγίων Πατέρων, ἐν ᾗ ἀναγινώσκεται Εὐαγγέλιον:
 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 8:5-15
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν τῷ μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ᾿Επηρώτων δὲ αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ λέγοντες· Τίς εἴη ἡ παραβολὴ αὕτη; Ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. Ἔστι δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· Οἱ δὲ παρὰ τὴν ὁδόν ,εἰσιν οἱ ἀκούσαντες· εἶτα ἔρχεται ὁ διάβολος, καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἱσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν, οἵ τινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον, κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. Ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου