Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 12: 1-18
Πρὸ ἓξ ἡμερῶν
τοῦ Πάσχα ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν
ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος
εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου
πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς
τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ
τῶν Μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι·
Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ
τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν, καὶ τὸ
γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς· Ἄφες αὐτήν,
εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε
ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν
᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν
Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ Ἀρχιερεῖς ἵνα καὶ τὸν
Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων, καὶ ἐπίστευον
εἰς τὸν ᾿Ιησοῦν. Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι
ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς
ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· «Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου», Βασιλεὺς τοῦ ᾿Ισραήλ. Εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾿ αὐτό,
καθώς ἐστι γεγραμμένον· «Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ, ὁ Βασιλεύς σου ἔρχεται,
καθήμενος ἐπὶ πῶλον ὄνου». Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ Μαθηταὶ αὐτοῦ τὸ πρῶτον,
ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα,
καὶ ταῦτα ἐποίησαν αὐτῷ. ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον
ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· διὰ τοῦτο καὶ ὑπήντησεν
αὐτῷ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου