Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 18: 10-14
Εἶπεν ὁ
Κύριος τήν παραβολήν ταύτην· Ἂνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι· ὁ
εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος Τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα
προσηύχετο· Ὁ Θεός εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων,
ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ Τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου,
ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ Τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς
ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ
Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν
οἶκον αὐτοῦ, ἢ ἐκεῖνος. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν. ταπεινωθήσεται· ὁ δὲ ταπεινῶν
ἑαυτὸν, ὑψωθήσεται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου