Τρίτη 22 Δεκεμβρίου 2015

ΑΓ. ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ(ΜΕΘΕΟΡΤΟΝ) - ΤΟΥ ΑΓΙΟΥ



Εὐαγγέλιον μεθέορτον τῶν Φώτων.
 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 3: 19-22

Τῷ καιρῷ ἐκείνῳ, ῾Ηρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπὸ ᾿Ιωάννου περὶ ῾Ηρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ ῾Ηρῴδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι, καὶ κατέκλεισε τὸν ᾿Ιωάννην ἐν τῇ φυλακῇ. ᾿Εγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ ᾿Ιησοῦ βαπτισθέντος, καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ῞Αγιον σωματικῷ εἴδει, ὡσεὶ περιστερὰν, ἐπ᾿ αὐτόν· καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι, λέγουσαν· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα.

Εὐαγγέλιον τοῦ Ἁγίου
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 4: 25, 5:1-12
Τ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοὶ ἀπὸτῆς Γαλιλαίας, καὶ Δεκαπόλεως, καὶ ῾Ιεροσολύμων, καὶ ᾿Ιουδαίας, καὶ πέραν τοῦ ᾿Ιορδάνου. ᾿Ιδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς, λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι, ἔνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς·

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου