Κυριακή 13 Δεκεμβρίου 2015

ΔΕΥΤΕΡΑ ΤΗΣ Ε΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 12: 9-13

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων. Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ, τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς Σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτοῖς· Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ; Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς Σάββασι καλῶς ποιεῖν. Τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν  τὴν χεῖρα σου· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου