Δευτέρα 21 Δεκεμβρίου 2015

ΤΕΤΑΡΤΗ ΤΗΣ Ι. ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 18: 15-17, 26-30

Τῷ καιρῷ ἐκείνῳ,   Προσέφερον τῷ ᾿Ιησοῦ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ Μαθηταὶ ἐπετίμησαν αὐτοῖς· ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτὰ, εἶπεν· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. Λεγουσιν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ·  Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστι. εἶπε δὲ ὁ Πέτρος· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, ἢ ἀδελφοὺς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τῆς βασιλείας τοῦ Θεοῦ, ὃς οὐ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου