Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 18: 10-20
Τῷ καιρῷ
ἐκείνῳ, ἄγουσι τῷ ᾿Ιησοῦ οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐν μοιχείᾳ
κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ λέγουσιν αὐτῷ· Διδάσκαλε, αὕτη ἡ
γυνὴ κατείληπται ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη· καὶ ἐν τῷ νόμῳ ἡμῶν Μωσῆς ἐνετείλατο
τὰς τοιαύτας λιθοβολεῖσθαι. Σὺ οὖν τί λέγεις; Τοῦτο δὲ εἶπον ἐκπειράζοντες
αὐτόν, ἵνα σχῶσι κατηγορίαν κατ᾿ αὐτοῦ. Ὁ δὲ ᾿Ιησοῦς κάτω κύψας, τῷ δακτύλῳ
ἔγραφεν εἰς τὴν γῆν. Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνέκυψε καὶ εἶπεν αὐτοῖς·
Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος βαλέτω τόν λίθον ἀπ᾿ αὐτήν. Καὶ πάλιν κάτω κύψας
ἔγραφεν εἰς τὴν γῆν. Οἱ δὲ ἀκούσαντες, καὶ ὑπό τῆς συνειδήσεως
ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθ᾿ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως
τῶν ἐσχατων· καὶ κατελείφθη μόνος ὁ ᾿Ιησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα. Ἀνακύψας
δὲ ὁ ᾿Ιησοῦς καὶ μηδένα θεασάμενος πλήν τῆς γυναικός, εἶπεν αὐτῇ· Γύναι,
ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν; Ἡ δὲ εἶπεν· Οὐδείς,
Κύριε. Εἶπε δὲ αὐτῇ ὁ ᾿Ιησοῦς· Οὐδέ ἐγώ σε κατακρίνω· πορεύου καὶ ἀπὸ τοῦ νῦν
μηκέτι ἁμάρτανε.

Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ.
18:2-8
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Κριτής τις ἦν ἕν τινι πόλει, τὸν Θεὸν
μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ τις ἦν ἐν τῇ πόλει ἐκείνῃ·
καὶ ἤρχετο πρὸς αὐτὸν, λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ
ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα, εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ
φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι· διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν
ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος·
Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς, οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν
τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν
ἐπ᾿ αὐτοῖς; Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.

ΕΠΙ ΤΗ ΕΝΑΡΞΕΙ ΚΑΙ ΛΗΞΕΙ ΤΩΝ ΜΑΘΗΜΑΤΩΝ ΤΩΝ ΣΧΟΛΕΙΩΝ
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 2: 42-52
Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύοντο οἱ γονεῖς τοῦ ᾿Ιησοῦ κατ᾿ ἔτος εἰς ῾Ιερουσαλὴμ
τῇ ἑορτῇ τοῦ Πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς
῾Ιεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ
ὑποστρέφειν αὐτοὺς, ὑπέμεινεν ᾿Ιησοῦς ὁ παῖς ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἔγνω
᾿Ιωσὴφ καὶ ἡ Μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας
ὁδὸν, καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ
εὑρόντες αὐτὸν, ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ, ζητοῦντες αὐτόν. Καὶ ἐγένετο, μεθ᾿
ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ Ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ
ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ,
ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν, ἐξεπλάγησαν· καὶ
πρὸς αὐτὸν ἡ Μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ Πατήρ σου
κᾀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτοὺς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ
ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα, ὃ
ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾿ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέτ· καὶ ἦν
ὑποτασσόμενος αὐτοῖς. Ἡ δὲ Μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ
καρδίᾳ αὐτῆς. Καὶ ᾿Ιησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ
ἀνθρώποις.

ΙΔΙΟΤΙΚΟΥ ΕΡΓΟΥ
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 25: 14-30
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπος τις ἀποδημῶν ἐκάλεσε τοὺς
ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκε πέντε
τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν· ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν
εὐθέως. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν, εἰργάσατο ἐν αὐτοῖς, καὶ
ἐποίησεν ἄλλα πέντε τάλαντα. Ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο.
Ὁ δὲ τὸ ἓν λαβὼν, ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ, καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου
αὐτοῦ. Μετὰ δὲ χρόνον πολὺν ἔρχεταιὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει
μετ᾿ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν, προσήνεγκεν ἄλλα
πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε
τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη δὲ αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ
πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ
κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· Κύ ριε, δύο τάλαντά
μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη αὐτῷ ὁ Κύριος
αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω·
εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς
εἶπε· Κύριε, ἔγνων σε, ὅτι σκληρὸς εἶ ἀνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ
συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν
τῇ γῇ· ἴδε, ἔχεις τὸ σόν. Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε
καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα,
ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· καὶ ἐλθὼν ἐγὼ, ἐκομισάμην
ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ
δέκα τάλαντα. (Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ
ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ). Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλλετε εἰς
τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ταῦτα
λέγων, ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

ΚΑΙ ΠΑΝΤΟΣ ΚΤΙΣΜΑΤΟΣ
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ.
7: 24-25
Εἶπεν ὁ Κύριος· Πᾶς ὅς τις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτούς,
ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅς τις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν·
Καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ
προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.

Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 5:1-3
Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι τῷ ᾿Ιησοῦ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας, ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.

Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ.
5:17-18, 9:4-5, 12:35
Εἶπεν ὁ Κύριος· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Διὰ
τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ ᾿Ιουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ
Σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεόν. Εἶπεν οὖν πάλιν ὁ ᾿Ιησοῦς· Ἐμὲ
δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς
δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου· περιπατεῖτε ἕως τὸ
φῶς ἔχετε.

ΕΠΙ ΕΓΚΑΤΑΣΤΑΣΕΙ ΔΗΜΟΤΙΚΗΣ ἤ ΚΟΙΝΟΤΙΚΗΣ ΑΡΧΗΣ
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ.
20: 25-28
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς Μαθητάς αὐτοῦ, εἶπεν αὐτοῖς·
Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι
κατεξουσιάζουσιν αὐτῶν. Οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας
γενέσθαι, ἔσται ὑμῶν διάκονος· καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν
δοῦλος. Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ
δοῦναι τὴν ψυχὴν αὐτοῦ, λύτρον ἀντὶ πολλῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου