Πράξεων
τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ.
8: 40, 9: 1-18
Ἐν ἐν ταῖς
ἡμέραις ἐκείναις, Φίλιππος εὑρέθη εἰς
῎Αζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς
Καισάρειαν. ῾Ο δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς
τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρ᾿ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν
πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας,
δεδεμένους ἀγάγῃ εἰς ῾Ιερουσαλήμ. Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ
Δαμασκῷ, καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν
γῆν ἤκουσε φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις; Εἶπε δέ· Τίς εἶ,
Κύριε; Ὁ δὲ Κύριος εἶπεν· Ἐγώ εἰμι ᾿Ιησοῦς ὃν σὺ διώκεις· [σκληρόν σοι πρὸς
κέντρα λακτίζειν. Τρέμων τε καὶ θαμβῶν εἶπε· Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ
Κύριος πρὸς αὐτόν·] ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί
σοι τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί,
ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος ἀπὸ τῆς γης,
ἀνεῳγμένων τε τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν
εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ
ἔπιεν. ῏Ην δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι ᾿Ανανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ
Κύριος ἐν ὁράματι· ᾿Ανανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, Κύριε. Ὁ δὲ Κύριος πρὸς
αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν
οἰκίᾳ ᾿Ιούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι
ἄνδρα ὀνόματι ᾿Ανανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
Ἀπεκρίθη δὲ ᾿Ανανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ
ἐποίησε τοῖς ἁγίοις σου ἐν ῾Ιερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν
ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ
Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου
ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε ᾿Ισραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν
ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. ᾿Απῆλθε δὲ ᾿Ανανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν,
καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με,
᾿Ιησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος
῾Αγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψε τε,
καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου