Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
22: 23-33
Τῷ καιρῷ ἐκείνῳ,
προσῆλθον τῷ ᾿Ιησοῦ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν· καὶ ἐπηρώτησαν
αὐτὸν, λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα,
ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ
αὐτοῦ. Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε· καὶ μὴ
ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. Ὁμοίως καὶ ὁ δεύτερος, καὶ
ὁ τρίτος, ἕως τῶν ἑπτά. Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ οὖν
ἀναστάσει, τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. Ἀποκριθεὶς δὲ ὁ
᾿Ιησοῦς, εἶπεν αὐτοῖς· Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ
Θεοῦ. Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς Ἄγγελοι
Θεοῦ ἐν οὐρανῷ εἰσι. Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν
ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος· Ἐγώ εἰμι ὁ Θεὸς ᾿Αβραὰμ, καὶ ὁ Θεὸς ᾿Ισαὰκ, καὶ ὁ
Θεὸς ᾿Ιακώβ; οὐκ ἔστιν ὁ Θεὸς, Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καὶ ἀκούσαντες οἱ
ὄχλοι, ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου