Δευτέρα 14 Δεκεμβρίου 2015

ΔΕΥΤΕΡΑ ΤΗΣ Ζ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 13: 54-58

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἐδίδασκε τοὺς ὄχλους ἐν τῇ Συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς, καὶ λέγειν· Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ Τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ᾿Ιάκωβος καὶ ᾿Ιωσῆς καὶ Σίμων καὶ ᾿Ιούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ, οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, διὰ τὴν ἀπιστίαν αὐτῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου