Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ.
6:14-27
Τῷ καιρῷ ἐκείνῳ,
ἰδόντες οἱ ἄνθρωποι, ὃ ἐποίησε σημεῖον ὁ ᾿Ιησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν
ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. ᾿Ιησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν
ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς
τὸ ὄρος αὐτὸς μόνος. ῾Ως δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν
θάλασσαν, καὶ ἐμβάντες εἰς τὸ πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς
Καπερναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς, ἥ
τε θάλασσα ἀνέμου μεγάλου πνέοντος, διηγείρετο. Ἐληλακότες οὖν ὡς σταδίους
εἴκοσιπέντε ἢ τριάκοντα θεωροῦσι τὸν ᾿Ιησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ
ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. Ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι· μὴ
φοβεῖσθε. Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο
ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης,
ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰμὴ ἓν ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ Μαθηταὶ
αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς Μαθηταῖς αὐτοῦ ὁ ᾿Ιησοῦς εἰς τὸ πλοιάριον,
ἀλλὰ μόνοι οἱ Μαθηταὶ αὐτοῦ ἀπῆλθον· ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος, ἐγγὺς
τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ Κυρίου. Ὅτε οὖν εἶδεν ὁ
ὄχλος ὅτι ᾿Ιησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ Μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ
πλοῖα, καὶ ἦλθον εἰς Καπερναοὺμ ζητοῦντες τὸν ᾿Ιησοῦν. Καὶ εὑρόντες αὐτὸν πέραν
τῆς θαλάσσης εἶπον αὐτῷ· Ῥαββί, πότε ὧδε γέγονας; Ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς καὶ
εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾿ ὅτι ἐφάγετε
ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν
βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον
γὰρ ὁ Πατὴρ ἐσφράγισεν, ὁ Θεός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου