Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 10: 24-32
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ τοῖς
χρήμασιν, εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· Εὐκοπώτερόν ἐστι κάμηλον διὰ
τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ
εἰσελθεῖν. Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται
σωθῆναι; Ἐμβλέψας δὲ αὐτοῖς ὁ ᾿Ιησοῦς, λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ
παρὰ τῷ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. ῎Ηρξατο δὲ ὁ Πέτρος λέγειν
αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς
εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν, ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ
πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου,
ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας, καὶ ἀδελφοὺς, καὶ
ἀδελφὰς, καὶ πατέρα, καὶ μητέρα, καὶ τέκνα, καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ
αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
῏Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ῾Ιεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ
᾿Ιησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου