Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
10: 9-15
Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ Μαθηταῖς· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς
ζώνας ὑμῶν. Μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας,
μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον· ἄξιος γάρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.
Εἰς ἦν δ᾿ ἂν πόλιν ἦ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἀξιός ἐστι, κἀκεῖ
μείνατε ἕως ἂν ἐξέλθητε. Εἰσερχόμενοι δὲ εἰς τὴν
οἰκίαν, ἀσπάσασθε αὐτὴν λέγοντες· εἰρήνη τῷ οἴκῳ τούτῳ.
Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ
ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς, μηδὲ
ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης,
ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται
γῆ Σοδόμων καὶ Γομόρρας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου