Πέμπτη 17 Δεκεμβρίου 2015

ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ



Ἐν τῇ Λειτουργίᾳ τὰ παρόντα ἀντίφωνα:
Ἀντίφωνον Α´. Ἦχος β´ [Ψαλμός 65].

Στίχ. α´: λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
          Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει
              αὐτοῦ.
         Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´ Εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου.
           Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ´ Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν
              σοι
           Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
            Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
 
  
Ἀντίφωνον Β´. Ἦχος β´ [Ψαλμός 66].
Στίχος α´ Θεός οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς,
                 ἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ᾿ ἡμᾶς καί
                 ἐλεήσαι ἡμᾶς.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´ Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι
               τὸ σωτήριόν σου.
          Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...
Στίχ. γ´ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός,
              ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
          Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...
Στίχ. δ´ Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν
               πάντα τὰ πέρατα τῆς γῆς.
          Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.
Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ  Θεοῦ...


Ἀντίφωνον Γ´. Ἦχος πλ.α´ [Ψαλμός 67, 117].
Στίχ. α´ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ
              ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ
              οἱ μισοῦντες αὐτόν.
Χριστός ἀνέστη ἐκ νεκρών, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος.
Στίχ. β´ ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται
               κηρὸς ἀπὸ προσώπου πυρός
         Χριστός ἀνέστη ἐκ νεκρών...
Στίχ. γ´ Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου
              τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν,
          Χριστός ἀνέστη ἐκ νεκρών...
Στίχ. δ´ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·
               ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
          Χριστός ἀνέστη ἐκ νεκρών...

Εἰσοδικόν [Ψαλμός 67].
ν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...
  
Προκείμενον. Ἦχος πλ. δ´ [Ψαλμός 67].
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος·
           ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν
           αἰῶνα τὸ ἔλεος αὐτοῦ.
   Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ. 1: 1-8
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ ᾿Ιησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ῾Αγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ ῾Ιεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι ᾿Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ῾Αγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ ᾿Ισραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ῾Αγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε ῾Ιερουσαλὴμ καὶ ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
λληλούϊα [3]. Ἦχος δ´ [Ψαλμός 101].
Στίχ. α´Σὺ Κύριε, ἀναστὰς οἰκτειρήσεις τὴν Σιών.
Στίχ. α´ξ οὐρανοῦ ἐπέβλεψε ὁ Κύριος ἐπὶ τὴν γῆν.
Κοινωνικόν.
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.  
Τοῦτο καί τά Ἀντίφωνα λέγονται καθ' ὅλην τήν Ἑβδομάδα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου