Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
18: 1-11
Τῷ καιρῷ ἐκείνῳ,
προσῆλθον τῷ ᾿Ιησοῦ οἱ Mαθηταὶ αὐτοῦ λέγοντες· Tίς ἄρα μείζων ἐστὶν ἐν τῇ
βασιλείᾳ τῶν οὐρανῶν; Kαὶ προσκαλεσάμενος ὁ ᾿Ιησοῦς παιδίον, ἔστησεν αὐτὸ ἐν
μέσῳ αὐτῶν, καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ
παιδία, οὐ μὴ εἰσέλθητε εἰςτὴν βασιλείαν τῶν οὐρανῶν. Ὅς τις οὖν ταπεινώση
ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·
καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· Ὅς δ᾿
ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ, ἵνα
κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει
τῆς θαλάσσης. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ
σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται. Εἰ δὲ ἡ
χείρ σου, ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπὸ σοῦ· καλόν
σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας, ἢ δύο πόδας
ἔχοντα, βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε,
ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν
εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα, βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. ῾Ορᾶτε
μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν
οὐρανοῖς διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε
γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου