Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
16: 1-6
Τῷ καιρῷ ἐκείνῳ,
προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι, πειράζοντες ἐπηρώτησαν αὐτὸν,
σημεῖον ἐκ τοῦ οὐρανοῦ δεῖξαι αὐτοῖς. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· Ὀψίας
γενομένης, λέγετε· Εὐδία· πυῤῥάζει γὰρ ὁ οὐρανός. Καὶ πρωΐ, Σήμερον χειμών·
πυῤῥάζει γὰρ στυγνάζων ὁ οὐρανός. Ὑποκριταί, τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ
γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε; Γενεὰ πονηρὰ καὶ
μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον
᾿Ιωνᾶ τοῦ Προφήτου. Καὶ καταλιπὼν αὐτοὺς, ἀπῆλθεν. Καὶ ἐλθόντες οἱ Μαθηταὶ
αὐτοῦ εἰς τὸ πέραν, ἐπελάθοντο ἄρτους λαβεῖν. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε
καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου