Ἐκ
τοῦ κατὰ Ἰωάννην
Κεφ.
13: 12-17
Τῷ καιρῷ ἐκείνῳ,
ὅτε ἔνιψεν ὁ ᾿Ιησοῦς τοὺς πόδας τῶν Μαθητῶν, καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ,
ἀναπεσὼν πάλιν, εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; Ὑμεῖς φωνεῖτε με, ὁ
Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς
πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς
πόδας. Ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος
μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου