Πέμπτη 24 Δεκεμβρίου 2015

ΜΕΘΕΟΡΤΟΝ ΤΩΝ ΦΩΤΩΝ



 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 20: 1-8

Τῷ καιρῷ ἐκείνῳ,   διδάσκοντος τοῦ ᾿Ιησοῦ τὸν λαὸν ἐν τῷ Ἱερῷ, καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς σὺν τοῖς Πρεσβυτέροις, καὶ εἶπον πρὸς αὐτὸν, λέγοντες· Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς, λέγοντες, ὅτι ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ· Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν ᾿Ιωάννην προφήτην εἶναι. Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου