Ἐκ
τοῦ κατὰ Ἰωάννην
Κεφ.
19: 38-42
Τῷ καιρῷ ἐκείνῳ,
ἠρώτησε τὸν Πιλᾶτον ὁ ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, ὢν μαθητὴς τοῦ ᾿Ιησοῦ,
κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ᾿Ιησοῦ· καὶ
ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ ᾿Ιησοῦ. Ἦλθε δὲ καὶ
Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν ᾿Ιησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ
ἀλόης, ὡσεὶ λίτρας ἑκατόν. Ἔλαβον οὖν τὸ σῶμα τοῦ ᾿Ιησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν
ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς ᾿Ιουδαίοις ἐνταφιάζειν. Ἦν δὲ
ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω
οὐδεὶς ἐτέθη· Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν ᾿Ιουδαίων, ὅτι ἐγγὺς ἦν τὸ
μνημεῖον, ἔθηκαν τὸν ᾿Ιησοῦν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου