Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ.
6: 12-19
Τῷ καιρῷ ἐκείνῳ,
ἐξῆλθεν ὁ ᾿Ιησοῦς εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ
τοῦ Θεοῦ. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς Μαθητὰς αὐτοῦ· καὶ
ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ Ἀποστόλους ὠνόμασε· Σίμωνα, ὃν καὶ
ὠνόμασε Πέτρον, καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, Φίλιππον
καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, ᾿Ιάκωβον, τὸν τοῦ ᾿Αλφαίου, καὶ Σίμωνα
τὸν καλούμενον Ζηλωτήν, ᾿Ιούδαν ᾿Ιακώβου καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην, ὃς καὶ
ἐγένετο προδότης· καὶ καταβὰς μετ᾿ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος
μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ,
καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν
νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων· καὶ ἐθεραπεύοντο. Καὶ
πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο
πάντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου