Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 8: 14-23
Τῷ καιρῷ
ἐκείνῳ, ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ
βεβλημένην καὶ πυρέσσουσαν καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ
πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ᾿Οψίας
δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα
λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ
῾Ησαΐου τοῦ Προφήτου, λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους
ἐβάστασεν. ᾿Ιδὼν δὲ ὁ ᾿Ιησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς
τὸ πέραν. Καὶ προσελθὼν εἷς Γραμματεὺς, εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι,
ὅπου ἐὰν ἀπέρχῃ. Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ
πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν
κεφαλὴν κλίνῃ. ῞Ετερος δὲ τῶν Μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι
πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀκολούθει
μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ
πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου