Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 10:1, 10:5-8
Τῷ καιρῷ
ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς
ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον
καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς
ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ
μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες·
Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε,
νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου