Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 3: 13-21
Τῷ καιρῷ
ἐκείνῳ, ἀνέβει ὁ ᾿Ιησοῦς εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ
ἀπῆλθον πρὸς αὐτόν. Καὶ ἐποίησε Δώδεκα, ἵνα ὦσι μετ᾿ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ
αὐτοὺς κηρύσσειν, καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ
δαιμόνια. Καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον· καὶ ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου,
καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν τοῦ ᾿Ιακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ
ἐστιν, Υἱοὶ βροντῆς· καὶ ᾿Ανδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ
Ματθαῖον, καὶ Θωμᾶν, καὶ ᾿Ιάκωβον τὸν τοῦ ᾿Αλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα
τὸν Κανανίτην, καὶ ᾿Ιούδαν ᾿Ισκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ἔρχονται
εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον
φαγεῖν. Καὶ ἀκούσαντες οἱ παρ᾿ αὐτοῦ, ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ· Ὅτι
ἐξέστη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου