Δευτέρα 21 Δεκεμβρίου 2015

ΣΑΒΒΑΤΩ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ



 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 14: 1-11

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων Σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. Καὶ ἰδοὺ, ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπε πρὸς τοὺς Νομικοὺς καὶ Φαρισαίους, λέγων· Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν; Οἱ δὲ ἡσύχασαν. Καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν, καὶ ἀπέλυσε. Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· Τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα. ῎Ελεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μή ποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ, καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾿ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. Ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου