Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 14:3-9
Τῷ καιρῷ
ἐκείνῳ, ὄντος τοῦ ᾿Ιησοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
κατακειμένου αὐτοῦ, ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου, νάρδου πιστικῆς
πολυτελοῦς· καὶ συντρίψασα τὸ ἀλάβαστρον, κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς. Ἦσαν
δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς, καὶ λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ
μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο πραθῆναι ἐπάνω τριακοσίων δηναρίων, καὶ
δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί
αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί. Πάντοτε γὰρ τοὺς πτωχοὺς
ἔχετε μεθ᾿ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθαι αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ
πάντοτε ἔχετε. Ὅ ἔσχεν αὕτη, ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν
ἐνταφιασμόν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ Εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν
κόσμον, καὶ ὃ ἐποίησεν αὕτη, λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου