Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 19: 45-48
Τῷ καιρῷ
ἐκείνῳ, εἰσελθὼν ὁ ᾿Ιησοῦς εἰς τὸ Ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν
αὐτῷ καὶ ἀγοράζοντας, λέγων αὐτοῖς· Γέγραπται ὅτι ὁ οἶκός μου, οἶκος προσευχῆς
ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον ληστῶν. Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν
ἐν τῷ ἱερῷ· οἱ δὲ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ
πρῶτοι τοῦ λαοῦ, καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο
αὐτοῦ ἀκούων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου