Τρίτη 22 Δεκεμβρίου 2015

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Ε΄ ΕΒΔ. ΤΩΝ ΝΗΣΤΕΙΩΝ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 8: 27-31

Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ Μαθηταὶ αὐτοῦ, εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς Μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Οἱ δὲ ἀπεκρίθησαν· ᾿Ιωάννην τὸν Βαπτιστήν· καὶ ἄλλοι, ᾿Ηλίαν· ἄλλοι δὲ, ἕνα τῶν Προφητῶν. Καὶ αὐτὸς λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθείς δὲ ὁ Πέτρος, λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. Καὶ ἤρξατο διδάσκειν αὐτοὺς, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν Πρεσβυτέρων καὶ τῶν Ἀρχιερέων καὶ τῶν Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου