Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
3: 22-33
Τῷ καιρῷ ἐκείνῳ,
ἦλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ Μαθηταὶ αὐτοῦ εἰς τὴν ᾿Ιουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε
μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ ᾿Ιωάννης βαπτίζων ἐν Αἰνὼν, ἐγγὺς τοῦ
Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καί ἐβαπτίζοντο· οὔπω γὰρ ἦν
βεβλημένος εἰς τὴν φυλακὴν ὁ ᾿Ιωάννης. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν
᾿Ιωάννου μετὰ ᾿Ιουδαίου περὶ καθαρισμοῦ. Καὶ ἦλθον πρὸς τὸν ᾿Ιωάννην καὶ εἶπον
αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾿Ιορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος
βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη ᾿Ιωάννης καὶ εἶπεν· Οὐ δύναται
ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Αὐτοὶ ὑμεῖς
μοι μαρτυρεῖτε ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾿ ὅτι ἀπεσταλμένος εἰμὶ
ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ
ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ
χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ ἄνωθεν
ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς
λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί. Καὶ ὃ ἑώρακε καί ἤκουσε,
τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν
μαρτυρίαν, ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου