Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
1: 18-28
Θεὸν οὐδεὶς
ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος
ἐξηγήσατο. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι
ἐξ ῾Ιεροσολύμων Ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; Καὶ
ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ
ἠρώτησαν αὐτόν· Τί οὖν; ᾿Ηλίας εἶ σύ; Καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ;
Καὶ ἀπεκρίθη· Οὔ. Εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν
ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; Ἔφη· Ἐγὼ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν
ὁδὸν Κυρίου, καθὼς εἶπεν ῾Ησαΐας ὁ Προφήτης. Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν
Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ
Χριστὸς, οὔτε ᾿Ηλίας, οὔτε ὁ Προφήτης; Ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιωάννης λέγων· Ἐγὼ
βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε· αὐτός ἐστιν ὁ
ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἀξιος ἵνα λύσω
αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου,
ὅπου ἦν ᾿Ιωάννης βαπτίζων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου