Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 12:13-17
Τῷ καιρῷ
ἐκείνῳ, ἀποστέλλουσι πρὸς τόν ᾿Ιησοῦν οἱ Ἀρχιερεῖς καὶ οἱ
Γραμματεῖς τινας τῶν Φαρισαίων καὶ τῶν ῾Ηρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσι
λόγῳ. Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ
μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας
τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· εἶπον οὖν ἠμῖν· Ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;
δῶμεν ἢ μὴ δῶμεν; Ὁ δὲ, εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· Τί με πειράζετε;
φέρετέ μοι δηνάριον ἵνα ἴδω. Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν
αὔτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον· Καίσαρος. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν
αὐτοῖς· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ. Καί ἐθαὺμασαν ἐπ᾿
αὐτῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου