Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
7:37-52
Τῇ ἐσχάτῃ ἡμέρᾳ
τῇ μεγάλῃ τῆς Ἑορτῆς, εἱστήκει ὁ ᾿Ιησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ,
ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ
ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος
οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα ῞Αγιον, ὅτι
᾿Ιησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον, ἔλεγον·
Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης. Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός. Ἄλλοι δέ
ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ
τοῦ σπέρματος Δαυῒδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς
ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν
πιάσαι αὐτόν, ἀλλ᾿ οὐδείς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. ῏Ηλθον οὖν οἱ ὑπηρέται
πρὸς τοὺς Ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε
αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ
ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις
ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν, ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ᾿ ὁ ὄχλος οὗτος, ὁ
μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν
νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ
ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον, καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ
καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας
οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς ἐλάλησε, λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ
κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου