Σάββατο 19 Δεκεμβρίου 2015

ΕΙΣ ΕΓΚΑΙΝΙΑ ΝΑΟΥ



Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 10: 22-28

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο τὰ ἐγκαίνια ἐν τοῖς ῾Ιεροσολύμοις, καὶ χειμὼν ἦν. Καὶ περιεπάτει ὁ ᾿Ιησοῦς ἐν τῷ Ἱερῷ, ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. Ἐκύκλωσαν οὖν αὐτὸν οἱ ᾿Ιουδαῖοι καὶ ἔλεγον αὐτῷ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. Ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιησοῦς· εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα, ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ. Ἀλλ᾿ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν· καθὼς εἶπον ὑμῖν, τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου