Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
5: 17-24
Εἶπεν ὁ Κύριος
πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ
ἐργάζομαι. Διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ ᾿Ιουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ
μόνον ἔλυε τὸ Σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεόν, ἴσον ἑαυτὸν ποιῶν
τῷ Θεῷ. Ἀπεκρίνατο οὖν ὁ ᾿Ιησοῦς καὶ εἶπεν αὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ
δύναται ὁ Υἱὸς ποιεῖν ἀφ᾿ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ
γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱὸν,
καὶ πάντα δείκνυσιν αὐτῷ, ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα,
ἵνα ὑμεῖς θαυμάζητε. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω
καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν
πᾶσαν δέδωκε τῶ Υἱῷ· ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα. ὁ μὴ
τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι
ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον· καὶ εἰς
κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου