Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 27: 3-32
Τῷ καιρῷ ἐκείνῳ,
ἰδὼν ᾿Ιούδας, ὅτι ὁ ᾿Ιησοῦς κατεκρίθη, μεταμεληθεὶς, ἀπέστρεψε τὰ τριάκοντα
ἀργύρια τοῖς Ἀρχιερεῦσι καὶ τοῖς Πρεσβυτέροις, λέγων· Ἥμαρτον παραδοὺς αἷμα
ἀθῷον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ,
ἀνεχώρησε, καὶ ἀπελθὼν, ἀπήγξατο. Οἱ δὲ Ἀρχιερεῖς, λαβόντες τὰ ἀργύρια, εἶπον·
Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Συμβούλιον δὲ
λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ Κεραμέως, εἰς ταφὴν τοῖς ξένοις· διὸ
ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος, ἀγρὸς αἵματος ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν
διὰ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν
τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν ᾿Ισραήλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν
ἀγρὸν τοῦ Κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.» ῾Ο δὲ ᾿Ιησοῦς ἔστη ἔμπροσθεν τοῦ
Ἡγεμόνος, καὶ ἐπηρώτησεν αὐτὸν ὁ Ἡγεμὼν, λέγων· Σὺ εἶ ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων;
ὁ δὲ ᾿Ιησοῦς ἔφη αὐτῷ· Σὺ λέγεις· Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν
Ἀρχιερέων καὶ τῶν Πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ
ἀκούεις πόσα σου καταμαρτυροῦσι; Καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα· ὥστε
θαυμάζειν τὸν Ἡγεμόνα λίαν. Κατὰ δὲ ἑορτὴν, εἰώθει ὁ Ἡγεμὼν ἀπολύειν ἕνα τῷ
ὄχλῳ δέσμιον, ὃν ἤθελον. Εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν.
Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν;
Βαραββᾶν, ἢ ᾿Ιησοῦν τὸν λεγόμενον Χριστόν; ᾔδει γὰρ, ὅτι διὰ φθόνον, παρέδωκαν
αὐτόν. Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ
λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίω ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿
αὐτόν. Οἱ δὲ Ἀρχιερεῖς καὶ οἱ Πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται
τὸν Βαραββᾶν, τὸν δὲ ᾿Ιησοῦν ἀπολέσωσιν. Ἀποκριθεὶς δὲ ὁ Ἡγεμὼν, εἶπεν αὐτοῖς·
Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; Οἱ δὲ εἶπον· Βαραββᾶν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος·
τί οὖν ποιήσω ᾿Ιησοῦν, τὸν λεγόμενον Χριστόν; Λέγουσιν αὐτῷ πάντες· Σταυρωθήτω.
Ὁ δὲ Ἡγεμὼν ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; Οἱ δὲ περισσῶς ἔκραζον, λέγοντες·
Σταυρωθήτω. Ἰδὼν δὲ ὁ Πιλᾶτος, ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται,
λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου, λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ
αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε. Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς, εἶπε· Τὸ
αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν,
τὸν δὲ ᾿Ιησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ. Τότε οἱ στρατιῶται τοῦ
Ἡγεμόνος παραλαβόντες τὸν ᾿Ιησοῦν εἰς τὸ Πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην
τὴν σπεῖραν· καὶ ἐκδύσαντες αὐτὸν, περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην, καὶ
πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ
τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ, ἐνέπαιζον αὐτῷ, λέγοντες·
Χαῖρε ὁ Βασιλεὺς τῶν ᾿Ιουδαίων· Καὶ ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον
καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν
χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ
σταυρῶσαι. ᾿Εξερχόμενοι δὲ, εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον
ἠγγάρευσαν, ἵνα ἄρῃ τὸν Σταυρὸν αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου