Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 12: 25-36
Εἶπεν ὁ Κύριος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν
ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ
τις, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ
ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί
εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν
ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ Οὐρανοῦ· Καὶ
ἐδόξασα, καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἐστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν
γεγονέναι. Ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη ὁ ᾿Ιησοῦς, καὶ εἶπεν·
Οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου
τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς
γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν
ἀποθνήσκειν. Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς
μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; τίς
ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀνθρώπου; Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἔτι μικρὸν χρόνον
τὸ φῶς μεθ᾿ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς
καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε,
πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου