Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 14: 1, 12-15
Τῷ καιρῷ
ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων Σαββάτῳ,
φαγεῖν ἄρτον. Καὶ ἔλεγε τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ
φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ
γείτονας πλουσίους, μή ποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι
ἀνταπόδομα. Ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς·
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν
τῇ ἀναστάσει τῶν δικαίων. ᾿Ακούσας δέ τις τῶν συνανακειμένων ταῦτα, εἶπεν αὐτῷ·
Μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου