Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 20: 25-28
Τῷ καιρῷ
ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς Μαθητάς αὐτοῦ, εἶπεν αὐτοῖς· Οἴδατε ὅτι
οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν
αὐτῶν. Οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται
ὑμῶν διάκονος· καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος. Ὥσπερ ὁ
Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν
αὐτοῦ, λύτρον ἀντὶ πολλῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου