Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 8:
1-3
Τῷ καιρῷ ἐκείνῳ,
ἐπορεύετο ὁ ᾿Ιησοῦς κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν
βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ Δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκες τινες, αἳ ἦσαν
τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν· Μαρία ἡ καλουμένη
Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ ᾿Ιωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου
῾Ηρῴδου, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν
ὑπαρχόντων αὐταῖς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου