Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 12: 24-26, 35-36
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν
ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν
ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς
ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου
εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει
αὐτὸν ὁ Πατήρ. Εἶπεν οὖν τοῖς ὄχλοις ὁ ᾿Ιησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿
ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ
περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδε ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ
φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου