Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 11: 9-13
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ
εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει· καὶ ὁ ζητῶν
εὑρίσκει· καὶ τῷ κρούοντι ἀνοιχθήσεται. Τίνα δὲ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς
ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθύν, μὴ ἀντὶ ἰχθύος, ὄφιν ἐπιδώσει αὐτῷ;
ἢ καὶ ἐὰν αἰτήσῃ ᾠόν, μὴ ἐπιδώσει αὐτῷ σκορπίον; Εἰ οὖν ὑμεῖς πονηροί
ὑπάρχοντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ
ὁ ἐξ οὐρανοῦ, δώσει Πνεῦμα ἀγαθὸν τοῖς αἰτοῦσιν αὐτόν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου