Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
5: 20-26
Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Γραμματέων
καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ᾿Ηκούσατε ὅτι
ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.
᾿Εγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ
κρίσει· ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ᾿ ἂν
εἴπῃ Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέεναν τοῦ πυρός. ᾿Εὰν οὖν προσφέρῃς τὸ δῶρόν
σου ἐπὶ τὸ θυσιαστήριον ,κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου,
καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν
σου. ῎Ισθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἓως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ·
μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ· καὶ ὁ κριτὴς σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ
εἰς φυλακὴν βληθήσῃ· Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ ἀποδῷς τὸν
ἔσχατον κοδράντην.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου