Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 9: 51-57, 10: 22-24
Τῷ καιρῷ
ἐκείνῳ, ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς
τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς ῾Ιερουσαλήμ. Καὶ ἀπέστειλεν
ἀγγέλους πρὸ προσώπου αὐτοῦ· καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν,
ὥστε ἑτοιμάσαι αὐτῷ. Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν
πορευόμενον εἰς ῾Ιερουσαλήμ. Ἰδόντες δὲ οἱ Μαθηταὶ αὐτοῦ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης εἶπον·
Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ
᾿Ηλίας ἐποίησε; Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς, καὶ εἶπεν· Οὐκ οἴδατε οἵου
πνεύματός ἐστε ὑμεῖς· ὁ γάρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι,
ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. ᾿Εγένετο δὲ πορευομένων αὐτῶν ἐν
τῇ ὁδῷ, ἔλεγε τοῖς ἀκολουθοῦσιν αὐτῷ· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου·
καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, καί τίς ἐστιν ὁ Πατήρ, εἰ
μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς Μαθητὰς
κατ᾿ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν,
ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον·
καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἄκουσαν. Καὶ διεπορεύετο κατά πόλεις καὶ κώμας
διδάσκων, καὶ πορείαν ποιούμενος εἰς ῾Ιερουσαλήμ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου