Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 10: 22-24
Εἶπεν ὁ
Κύριος· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν
ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ· καί τίς ἐστιν ὁ Πατήρ, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ
Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρὸς τοὺς Μαθητὰς κατ᾿ ἰδίαν εἶπε· Μακάριοι οἱ
ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ
βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε,
καὶ οὐκ ἤκουσαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου