Κυριακή 13 Δεκεμβρίου 2015

ΤΡΙΤΗ ΤΗΣ Δ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 11: 16-20

Εἶπεν ὁ Κύριος· Τίνι ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶ παιδίοις ἐν ἀγοραῖς καθημένοις, ἃ προσφωνοῦντα τοῖς ἑταίροις αὐτῶν λέγουσιν· Ηὐλίσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Ἦλθε γὰρ ᾿Ιωάννης μήτε ἐσθίων μήτε πίνων· καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων· καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἀμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς. Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις, ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου