Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ. 12:
1-8
Τῷ καιρῷ ἐκείνῳ,
ἐπορεύθη ὁ ᾿Ιησοῦς τοῖς Σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ Μαθηταὶ αὐτοῦ
ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. Οἱ δὲ Φαρισαῖοι ἰδόντες,
εἶπον αὐτῷ· Ἰδοὺ οἱ Μαθηταί σου ποιοῦσιν, ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ. Ὁ δὲ
εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυίδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿
αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως
ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾿ αὐτοῦ, εἰ μὴ τοῖς Ἱερεῦσι
μόνοις; Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ, ὅτι τοῖς Σάββασιν οἱ Ἱερεῖς ἐν τῷ Ἱερῷ τὸ
Σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; Λέγω δὲ ὑμῖν, ὅτι τοῦ Ἱεροῦ μεῖζόν ἐστιν
ὧδε. Εἰ δὲ ἐγνώκειτε, τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε
τοὺς ἀναιτίους. Κύριος γάρ ἐστιν καὶ τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου